Ἅγιε Ἄγγελε, ὁ ἐφεστὼς τῆς ἀθλίας μου ψυχῆς καὶ ταλαιπώρου μου ζωῆς, μὴ ἐγκαταλίπῃς μὲ τὸν ἁμαρτωλόν, μηδὲ ἀποστῇς ἀπ’ἐμοῦ διὰ τὴν ἀκρασίαν μου...
Μὴ δώης χώραν τῷ πονηρῷ δαίμονι κατακυριεύσαί μου τῇ καταδυναστείᾳ τοῦ θνητοῦ τούτου σώματος.
Κράτησον
τῆς ἀθλίας καὶ
παρειμένης χειρός μου, καὶ ὁδήγησον μὲ εἰς ὁδὸν σωτηρίας.
Ναί, Ἅγιε Ἄγγελε τοῦ Θεοῦ, ὁ φύλαξ καὶ
σκεπαστὴς τῆς ἀθλίας μου ψυχῆς καὶ τοῦ σώματος, πάντα μοι συγχώρησον, ὅσα σοὶ ἔθλιψα πάσας τὰ ἡμέρας τῆς ζωῆς μου, καὶ εἰ τὶ ἥμαρτον τὴν
σήμερον ἡμέραν.
Σκέπασον
μὲ ἐν τῇ παρούσῃ νυκτὶ καὶ διαφύλαξον μὲ ἀπὸ πάσης ἐπηρείας τοῦ ἀντικειμένου, ἵνα μὴ ἓν τινι ἁμαρτήματι παροργίσω τὸν Θεόν.
Καὶ πρεσβεῦε ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, τοῦ ἐπιστηρίξαι μὲ ἐν τῷ φόβῳ Αὐτοῦ, καὶ ἄξιον ἀναδείξαι μὲ δοῦλον τῆς Αὐτοῦ ἀγαθότητος.
Ἀμήν.